Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.71 Dem. 45.75 (English) >>Dem. 45.79

45.74ἀλλʼ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι καὶ τὰ καταχύσματʼ αὐτοῦ κατέχεε τόθʼ ἡνίκʼ ἐωνήθη, ταύτῃ συνοικεῖν, οὐδὲ προῖκα πέντε τάλανθʼ αὑτῷ γράψαι, χωρὶς ὧν οὔσης τῆς μητρὸς κυρίας οὗτος ἐγκρατὴς γέγονεν πολλῶν χρημάτων (τί γὰρ αὐτὸν οἴεσθʼ εἰς τὰς διαθήκας ἐγγράψαικαὶ τἄλλα, ὅσα ἐστίν, Ἀρχίππῃ δίδωμι;”) τὰς δʼ ἡμετέρας θυγατέρας μελλούσας διʼ ἔνδειαν ἀνεκδότους ἔνδον γηράσκειν περιορᾷ. 45.75καὶ εἰ μὲν πένης οὗτος ἦν, ἡμεῖς δʼ εὐποροῦντες ἐτυγχάνομεν, καὶ συνέβη τι παθεῖν, οἷα πολλά, ἐμοί, οἱ παῖδες ἂν οἱ τούτου τῶν ἐμῶν θυγατέρων ἐπεδικάζοντο, οἱ τοῦ δούλου τῶν τοῦ δεσπότου· θεῖοι γάρ εἰσιν αὐταῖς διὰ τὸ τὴν μητέρα τὴν ἐμὴν τοῦτον λαβεῖν· ἐπειδὴ δʼ ἀπόρως ἡμεῖς ἔχομεν, τηνικαῦτʼ οὐ συνεκδώσει ταύτας, ἀλλὰ λέγει καὶ λογίζεται τὸ πλῆθος ὧν ἐγὼ χρημάτων ἔχω. 45.76καὶ γὰρ τοῦτʼ ἀτοπώτατον πάντων. ὧν μὲν ἀπεστέρηκεν ἡμᾶς χρημάτων, οὐδέπω καὶ τήμερον ἠθέλησεν ὑποσχεῖν τὸν λόγον, ἀλλὰ μὴ εἰσαγωγίμους εἶναι τὰς δίκας παραγράφεται· δὲ τῶν πατρῴων ἐνειμάμην ἐγώ, ταῦτα λογίζεται. καὶ τοὺς μὲν ἄλλους ἄν τις ἴδοι τοὺς οἰκέτας ὑπὸ τῶν δεσποτῶν ἐξεταζομένους· οὗτος δʼ αὖ τοὐναντίον τὸν δεσπότην δοῦλος ἐξετάζει, ὡς δῆτα πονηρὸν καὶ ἄσωτον ἐκ τούτων ἐπιδείξων.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.71 Dem. 45.75 (English) >>Dem. 45.79

Powered by PhiloLogic